Previous Entry Поделиться Next Entry
Акафист святителю Спиридону Тримифунтскому
h1809r wrote in akathistos
Дорогие друзья! В день памяти святителя Спиридона, почитаемого на православном Востоке ничуть не менее свт. Николая Мирликийского, предлагаю Вашему вниманию акафист этому великому святому, написанный современным кипрским гимнографом Харалампием Бусья.


ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΕΝΔΟΞΟΝ ΙΕΡΑΡΧΗΝ
ΣΠΥΡΙΔΩΝΑ
ΕΠΙΣΚΟΠΟΝ ΤΡΙΜΥΘΟΥΝΤΟΣ
ΤΗΣ ΚΥΠΡΟΥ

Ποίημα Χαραλάμπους Μπούσια

Κοντάκιον. Ἦχος πλ. δ´.
Τῇ ὑπερμάχῳ.
Ἐν τῇ ἁπλότητι τοῦ βίου σου προσείλκυσας,
πλουσίως χάριν τὴν τοῦ Πνεύματος καὶ πέφηνας,
δωρεῶν δοχεῖον θείων, σοφὲ Σπυρίδων,
Τριμυθοῦντος ἱεράρχα ἐνθεώτατε,
καὶ δογμάτων κεραμὶς ὀρθῶν τῆς πίστεως,
ὅθεν κράζομεν· Χαίροις, Πάτερ πανθαύμαστε.

Ἄϋλον πολιτείαν, ἐπιδείξας Σπυρίδων, ἐπώφθης ὑπερόπτης προσύλων· διὸ νῦν σὺν ἀγγέλων χοροῖς, ἐν τῇ ἄνω πόλει θαυμαστὲ ἅγιε, Χριστοῦ ἀγαλλιώμενος, φαιδρύνεις τοὺς βοῶντας πόθῳ·
Χαῖρε, ὁ στῦλος τῆς Ἐκκλησίας·
χαῖρε, τὸ τεῖχος τῆς προστασίας.
Χαῖρε, Τριμυθοῦντος φωστὴρ παμφαέστατε·
χαῖρε, εὐσεβοῦντος λαοῦ ῥῦστα τάχιστε.
Χαῖρε, βάθος ταπεινώσεως καὶ ἁπλότητος εἰκών·
χαῖρε, ὕψος θείας γνώσεως καὶ ἀγάπης λαμπηδών.
Χαῖρε, ὅτι ποιμένων ἀνεδείχθης ἀκρότης·
χαῖρε, ὅτι πατέρων ἀνεφάνης λαμπρότης.
Χαῖρε, λαμπὰς τοῖς πᾶσιν ἡ φαίνουσα·
χαῖρε, ὁλκὰς θαυμάτων ἡ γέμουσα.
Χαῖρε, σεπτὸς Κερκυραίων προστάτης·
χαῖρε, θερμὸς τῶν Κυπρίων ἐπόπτης.
Χαίροις, Πάτερ πανθαύμαστε.

Βέλεμνα παιδιόθεν, τοῦ ἐχθροῦ ἀντικρούσας, Σπυρίδων νικητὴς ἀνεφάνης, ἐν ταῖς μάχαις αἰῶνος τοῦ νῦν, καὶ σοὺς θείους πόδας εὐλαϐῶς ἴθυνας, Χριστοῦ πρὸς εὐαρέστησιν, Αὐτῷ ἀδιαλείπτως ψάλλων· Ἀλληλούϊα.

Γάνυται νῆσος Κύπρος, θεοφόρε Σπυρίδων, καὶ κώμη ἐξαιρέτως Ἀσκείας, ἡ βλαστήσασά σε μυριστόν, προσευχῆς καὶ πάσης ἀρετῆς λείριον, τιμῶσα δὲ τὴν μνήμην σου, κραυγάζει γηθομένη ταῦτα·
Χαῖρε, ἁπλότητος μυροθήκη·
χαῖρε, τῆς χάριτος ὑποθήκη.
Χαῖρε, ὁ ποιμὴν τῶν προϐάτων ὁ ἔνθεος·
χαῖρε, ὁ λιμὴν ποντουμένων ὁ ἄκλυστος.
Χαῖρε, βάσις ἀπερίτρεπτος πολιτείας ἀκραιφνοῦς·
χαῖρε, λάμψις θείας γνώσεως καὶ σοφίας θεαυγοῦς.
Χαῖρε, νήσου Κυπρίων ἁγιώτατον θρέμμα·
χαῖρε, θείων δογμάτων τὸ ἀλάνθαστον στόμα.
Χαῖρε, σοφῶν ὁ θραύσας τὴν ἔπαρσιν·
χαῖρε, ὁ σχὼν ὑψόθεν τὴν δύναμιν.
Χαῖρε, δι’ οὗ ὁ σατὰν κατεπόθη·
χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη.
Χαίροις, Πάτερ πανθαύμαστε.

Δύναμις τοῦ Ὑψίστου, ἱεράρχην σε θεῖον, ἀνέδειξέ ποτε Τριμυθοῦντος, ἧς λαὸν ὡς προϐάτων πληθύν, λογικῶν εἰς ποίμνην τοῦ Χριστοῦ ἅγιε, κατέταξας καὶ ἔπιθες, Σπυρίδων εὐλαϐῶς κραυγάζειν· Ἀλληλούϊα.

Ἔστησας ῥήματί σου, τοῦ χειμάῤῥου τὸ ῥεῦμα, Σπυρίδων ὥσπερ πάλαι θαλάττης, Ἐρυθρᾶς ὁ προφήτης Μωσῆς, ὕδωρ, πάτερ θεῖε, καὶ αὐτὸν ἄϐροχος, διέϐης ἀσφαλέστατα, διό σοι φωνασκοῦμεν ταῦτα·
Χαῖρε, Θεοῦ τοῦ Δεσπότου θύτης·
χαῖρε, Χριστοῦ μυστηρίων μύστης.
Χαῖρε, τῷ προφήτῃ Μωσεῖ ὁ ἑπόμενος·
χαῖρε, τῆς ἀλήκτου βιώσεως μέτοχος.
Χαῖρε, ὅτι ἀνεχαίτισας τοῦ χειμάῤῥου τὴν ῥοήν·
χαῖρε, ὅτι κατεπάτησας τοῦ ἐχθροῦ τὴν κεφαλήν.
Χαῖρε, τὸ τῶν Κυπρίων θεοδώρητον θρέμμα·
χαῖρε, τὸ τῶν θαυμάτων χρυσοποίκιλτον στέμμα.
Χαῖρε, πηγὴ ἰάσεων ἄφθονος·
χαῖρε, τιμὴ καὶ δόξα τῆς πίστεως.
Χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία·
χαῖρε, ἡμῶν ἀκλινὴς προστασία.
Χαίροις, Πάτερ πανθαύμαστε.

Ζήσας ἐν ἀκροτάτῃ, καὶ τιμίᾳ πενίᾳ, προστάτης ἀνεδείχθης πενήτων, καὶ τροφὸς πενομένων δεινῶς, οὓς σαφῶς χορτάσας τοῦ Θεοῦ χάριτι, ἐδίδασκες τοῖς τρόποις σου, κραυγάζειν εὐχαρίστῳ γλώσσῃ· Ἀλληλούϊα.

Ἤκουες ἀσιγήτως, τῆς καρδίας τοὺς κτύπους, Σπυρίδων τῆς λαχούσης σοι ποίμνης, καὶ εὐήκοον κλίνων ταχύ, οὖς τοῖς ταύτης μάκαρ στεναγμοῖς ἔσπευδες, προσφέρειν σὴν βοήθειαν, αὐτῇ τῇ σοὶ βοώσῃ πόθῳ·
Χαῖρε, ἀνάψυξις θλιϐομένων·
χαῖρε, ἀνάῤῥωσις ἀσθενούντων.
Χαῖρε, τοῦ ποιμνίου σου φύλαξ ἀνύστακτος·
χαῖρε, τοῦ τιμίου ἀγῶνος ὑπέρμαχος.
Χαῖρε, πνεῦμα τὸ θεόπνευστον ταπεινοὺς τὸ ἀνυψοῦν·
χαῖρε, στόμα θεοκίνητον ὑψηλοὺς τὸ ταπεινοῦν.
Χαῖρε, φέγγος σκεδάζον ἀλγεινῶν τὴν ὀμίχλην·
χαῖρε, ξίφος συντέμνον ἁμαρτίαν κακίστην.
Χαῖρε, Σταυροῦ ὁ φέρων τὴν δύναμιν·
χαῖρε, ἐχθροῦ μὴ δείσας τὴν κάκωσιν.
Χαῖρε, βροτῶν ταχινὸς ἀντιλήπτωρ·
χαῖρε, πιστῶν ἐν ταῖς δίναις ἀκέστωρ.
Χαίροις, Πάτερ πανθαύμαστε.

Θαύματος ὢ μεγίστου! πῶς νεκρὰν τὴν σὴν μόνην, ἐφώνησάς ποτε θυγατέρα, καὶ αὐτὴ προσεφθέγξατό σοι, ἱεράρχα, ζώσῃ τῇ φωνῇ, ἔνθεε· διό σου πάντες μέλποντες, τὴν χάριν ἐκϐοῶμεν πίστει· Ἀλληλούϊα.

Ἴσχυσας ἐπομϐρίαις, Παρακλήτου τοῦ θείου, τὸ καῦμα ἀποσϐέσαι τῶν νόσων, καὶ ἐπήγασας ὕδωρ πιστοῖς, ὑγιείας, πάτερ, ἰατὴρ τάχιστε, ἡμῶν προσκαλουμένων σε, Σπυρίδων τῶν βοώντων οὕτω·
Χαῖρε, τὸ νᾶμα τῆς θεραπείας·
χαῖρε, τὸ τραῦμα τῆς ἁμαρτίας.
Χαῖρε, Τρισηλίου Θεότητος ἔσοπτρον·
χαῖρε, τῆς ἀΰλου χορείας κειμήλιον.
Χαῖρε, σκεῦος ἀγαθότητος καὶ ἀγάπης πατρικῆς·
χαῖρε, πύργος ἀδιάσειστος συμπαθείας θεϊκῆς.
Χαῖρε, τῆς ἀπαθείας γαληνότατος ὅρμος·
χαῖρε, τῆς εὐποιΐας ὑψηλότατον ὄρος.
Χαῖρε, λειμὼν ἠθῶν τῆς χρηστότητος·
χαῖρε, εἰκὼν ἀῤῥήτου πραότητος.
Χαῖρε, τυφλοῦ ὁ ἀνοίξας τὰς κόρας·
χαῖρε, λιμοῦ τὴν ἀχλὺν ὁ σκεδάσας.
Χαίροις, Πάτερ πανθαύμαστε.

Καύσωνος ἐν τῇ ὥρᾳ, φύσει πρᾶε Σπυρίδων, ἐπάταξας τὴν κενοδοξίαν, διακόνου κολάζων αὐτόν, ἀφωνίᾳ μέλει τῷ ἀργῷ χρώμενον· πλὴν εἶτα ὡς φιλεύσπλαγχνος, ἰάτρευσας αὐτὸν τοῦ ψάλλειν· Ἀλληλούϊα.

Λάρνακα τοῦ ἀφθόρου, καὶ παντίμου σου σκήνους, ὡς ὄλϐον ἀδαπάνητον ἔχει, τῶν Φαιάκων νησὶς ἡ λαμπρά, καὶ αὐτῇ ἐν πάσαις χαλεπαῖς θλίψεσι, προστρέχει καὶ κραυγάζει σοι, Σπυρίδων ἐκ ψυχῆς μυχίων·
Χαῖρε, Κερκύρας ὁ πολιοῦχος·
χαῖρε, Νικαίας ὁ ἀριστοῦχος.
Χαῖρε, ἰατὴρ Κωνσταντίνου τοῦ ἄνακτος·
χαῖρε, ὀλετὴρ τοῦ Ἀρείου δριμύτατος.
Χαῖρε, ὅτι προσεφώνησας τὴν σὴν κόρην ἐκ νεκρῶν·
χαῖρε, ὅτι κατετρόπωσας τὸν ἑσμὸν Ἀγαρηνῶν.
Χαῖρε, σκῆνος χαρίτων θεϊκῶν πεπλησμένον·
χαῖρε, σκεῦος χρυσίζον παναπείρων θαυμάτων.
Χαῖρε, ἀγρὸς δραγμάτων θεόσδοτος·
χαῖρε, βλαστὸς Ἀσκείας θειότατος.
Χαῖρε, ῥοὴ νοητῆς εὐπρεπείας·
χαῖρε, ὀσμὴ τῆς ἡμῶν σωτηρίας.
Χαίροις, Πάτερ πανθαύμαστε.

Μνήμην μετ’ ἐγκωμίων, τὴν σεπτήν σου τελοῦντες, ἀκέραιε καὶ σῶφρον προΐστορ, Τριμυθοῦντος τῆς ἐπισκοπῆς, θαυμαστὲ Σπυρίδων, ὡς δεινὸν Ἄρειον, σοῖς ῥήμασι τροπώσαντα, τιμῶμέν σε καὶ φωνασκοῦμεν· Ἀλληλούϊα.

Νάματα τῇ διψώσῃ, γῇ Θεοῦ τῇ δυνάμει, κατήγαγες ἀφθόνως ὑπάρχων, μιμητὴς τοῦ σεπτοῦ Ἠλιοῦ, τῇ εὐχῇ καὶ πάντα τὸν λαὸν ηὔφρανας, ἰδόντα εὐσπλαγχνίας σου, τὸν πλοῦτον καὶ πιστῶς βοῶντα·
Χαῖρε, ὁ πλοῦτος τῶν χαρισμάτων·
χαῖρε, τὸ ῥεῖθρον τῶν ἰαμάτων.
Χαῖρε, Ἠλιοῦ τοῦ Θεσϐίτου ὁμότροπος·
χαῖρε, τοῦ λαοῦ ποδηγὸς ἀσφαλέστατος.
Χαῖρε, τεῖχος καὶ ὀχύρωμα Τριμυθοῦντος ἀσφαλές·
χαῖρε, εὖχος καὶ ἀμάρυγμα ποιμασίας φωταυγές.
Χαῖρε, ὁ ἀναστήσας γυναικὸς ἄῤῥεν τέκνον·
χαῖρε, ὁ ἀποφράξας στόμα ᾌδου τὸ χαῖνον.
Χαῖρε, αἰγὸς ἐλέγξας τὸν ἅρπαγα·
χαῖρε, σαρκὸς ὁ στείλας ὁρμήματα.
Χαῖρε, ἡ βρύσις θαυμάτων παντοίων·
χαῖρε, ἡ ῥῶσις δεινῶς ἀσθενούντων.
Χαίροις, Πάτερ πανθαύμαστε.

Ξένως σοι τῶν ἀγγέλων, ὑπουργοῦσιν οἱ δῆμοι, ἐν δώμασι τοῖς ἄνω Σπυρίδων· τῶν ἀγγέλων γὰρ μέλος τερπνόν, σοῦ ἱερουργοῦντος ταπεινῶς ὄλϐιε, ἠκούετο καὶ ἅπαντας, κατένυσσε τοὺς ἐκϐοῶντας· Ἀλληλούϊα.

Ὁ ὑπέρχρονος Λόγος, τοῦ Θεοῦ σε δοξάσαι, Σπυρίδων εἰς αἰῶνας αἰώνων, θέλων σκῆνος τὸ σὸν ἱερόν, ὑπὲρ πάντα λόγον θαυμαστῶς ἄφθορον, ἐτήρησε καὶ ἔδειξε, θαυμάτων τοῖς βοῶσι φρέαρ·
Χαῖρε, ὁ σώφρων ἐν τοῖς πατράσι·
χαῖρε, ὁ μείζων ἐν τοῖς ποιμέσι.
Χαῖρε, ὁ δειχθεὶς ἀκρεμὼν ταπεινώσεως·
χαῖρε, ὁ ῥυσθεὶς τῶν παγίδων τοῦ ὄφεως.
Χαῖρε, σῶμα ἔχων ἄφθορον μετὰ πότμον ἐπὶ γῆς·
χαῖρε, πνεῦμα ἔχων ἄγρυπνον πρὸς ἡμᾶς ἐν οὐρανοῖς.
Χαῖρε, ὅτι σὲ τάφος ὀδωδότα οὐκ ἔχει·
χαῖρε, ὅτι σὲ πόλος ἀεὶ ζῶντα κατέχει.
Χαῖρε, θαυμάτων ξένων ἡ πλήμμυρα·
χαῖρε, δογμάτων θείων θησαύρισμα.
Χαῖρε, πηγὴ ἀναϐλύζουσα ῥώμην·
χαῖρε, στακτὴ ἡ ἐκπνέουσα χάριν.
Χαίροις, Πάτερ πανθαύμαστε.

Πύργος τῆς Ἐκκλησίας, ἀδιάσειστος ὄντως, καὶ θέμεθλον ἀκλόνητον ὤφθης, οἰκουμένης, Σπυρίδων, φωστήρ, καὶ κανὼν ποιμένων εὐκλεῶν· ὅθεν σου, τὴν μνήμην ἑορτάζοντες, Χριστῷ πανευλαϐῶς βοῶμεν· Ἀλληλούϊα.

Ράϐδον Μωσῆς εἰς ὄφιν, τοῦ Θεοῦ τῇ προστάξει, κινούμενος μετέϐαλε πάλαι, σὺ δὲ ὄφιν σοφὲ εἰς χρυσοῦν, ἵνα φίλου, πάτερ, σαῖς εὐχαῖς αἴτημα, πληρώσῃς χρείαν ἔχοντος, μετέϐαλες· διὸ βοῶμεν·
Χαῖρε, ἡ μάστιξ τῆς ἀσπλαγχνίας·
χαῖρε, ὁ ὅρπηξ τῆς εὐσεϐείας.
Χαῖρε, προσευχῆς νοερᾶς ἐργαστήριον·
χαῖρε, σιωπῆς καὶ συνέσεως μάργαρον.
Χαῖρε, ὄμϐρον ὅτι ἔδωκας τῇ ποτὲ αὐχμώσῃ γῇ·
χαῖρε, στῦλον ὅτι ἤγειρας δοξασίας τῆς ὀρθῆς.
Χαῖρε, ὁ εἰς χρυσίον μετατρέψας τὸν ὄφιν·
χαῖρε, ὁ καταυγάζων ἀρεταῖς πᾶσαν κτίσιν.
Χαῖρε, ὁ νοῦς πραῢς καὶ ἀκέραιος·
χαῖρε, ὁ ῥοῦς θαυμάτων ἀστείρευτος.
Χαῖρε, ἀγγεῖον λαμπρὸν Παρακλήτου·
χαῖρε, πυξίον ζωῆς ἐναρέτου.
Χαίροις, Πάτερ πανθαύμαστε.

Σύνοδον τῆς Νικαίας, κατηγλάϊσας λόγοις, ἁπλοῖς καὶ θεοπνεύστοις σου πάτερ· ἀποσφίγξας παλάμῃ γὰρ σῇ, τὸν πηλὸν Τριάδος τῆς σεπτῆς ἅγιε, ἐνόεις ὁμοούσιον, καὶ ἤγειρας συνέδρους κράζειν· Ἀλληλούϊα.

Τεῖχός τε παραστάτην, βοηθόν, προστασίαν, ταχεῖαν καὶ ἀκέστορα θεῖον, σὲ κατέχοντες οἱ τῶν πιστῶν, Κερκυραίων δῆμοι ἐν δειναῖς θλίψεσι, Σπυρίδων σοὶ προσφεύγουσι, καὶ ὕμνοις μελιχροῖς βοῶσι·
Χαῖρε, στρουθίον τοῦ Παραδείσου·
χαῖρε, ταμεῖον φωτὸς ἀΰλου.
Χαῖρε, ἀφθαρσίας τὸ στέφος δεξάμενος·
χαῖρε, ἀγλαΐαν τῆς δόξης δρεψάμενος.
Χαῖρε, ἅρμα θεοήλατον τῶν δογμάτων τῶν ὀρθῶν·
χαῖρε, ἅρπα ἡ ἡδύμολπος τῶν Θεοῦ ἀληθειῶν.
Χαῖρε, ὅτι ἐπλήσθης δωρεῶν οὐρανίων·
χαῖρε, ὅτι ἐδείχθης ἀρωγὸς τῶν χρῃζόντων.
Χαῖρε, φαιδρὸν Κερκυραίων ἀγλάϊσμα·
χαῖρε, σεπτὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, λιμὴν τῶν ἐν ζάλαις βιούντων·
χαῖρε, ποιμὴν τῶν ἐλλόγων προϐάτων.
Χαίροις, Πάτερ πανθαύμαστε.

Ὕμνοις σε Ὀρθοδόξων, θεοφρούρητε πύργε, Σπυρίδων καταστέφομεν πάντες· σὺ γὰρ ἔπτηξας λόγοις σοφούς, τῆς Νικαίας, πάτερ, καὶ ἐχθρῶν ἔθραυσας, Κερκύρας τὰ φρυάγματα, ἐγείρων τὸν λαὸν πρὸς αἶνον· Ἀλληλούϊα.

Φίλος ὢν τοῦ Δεσπότου, ἐκ μανίας βαρϐάρων, διέσωσας τὴν νῆσον Κερκύρας, καὶ αὐθάδεις τῆς Ἄγαρ υἱούς, σῇ στεῤῥᾷ δυνάμει αὐθωρεὶ ἅγιε, Σπυρίδων ἀπεδίωξας, καὶ ηὔφρανας πιστοὺς βοῶντας·
Χαῖρε, τὸ πέλαγος τῶν θαυμάτων·
χαῖρε, τὸ δρέπανον τῶν ἀπίστων.
Χαῖρε, ἀλλοφύλων ὀξύτατον φάσγανον·
χαῖρε, Ὀρθοδόξων ἀήττητον τρόπαιον.
Χαῖρε, ῥύστης ἑτοιμότατος Κερκυραίων ἐκ δεινῶν·
χαῖρε, δότης ἱλαρώτατος πενομένων καὶ πτωχῶν.
Χαῖρε, ὁ τοὺς ἐκγόνους ἀποκρούσας τῆς Ἄγαρ·
χαῖρε, ὁ τοὺς ἀπίστους ἀποῤῥίψας εἰς ὕδωρ.
Χαῖρε, ὀσφράδιον ταπεινώσεως·
χαῖρε, προπύργιον τῆς σεμνότητος.
Χαῖρε, Θεοῦ ὑπεμφαίνων τὸν οἶκτον·
χαῖρε, λαοῦ ὁ πληρῶν πάντα πόθον.
Χαίροις, Πάτερ πανθαύμαστε.

Χαίροντες ὑμνῳδίαις, καταστέφομεν πάντες, Σπυρίδων τὴν ἁγίαν σου μνήμην, καὶ τὸ ἄφθαρτον σκῆνος τὸ σόν, νέμον πλοῦτον πᾶσι δωρεῶν ἄσυλον, πιστῶς κατασπαζόμενοι, βοῶμεν τῷ Δωρεοδότῃ· Ἀλληλούϊα.

Ψάλλομεν καθ’ ἑκάστην, θαυματόϐρυτε πάτερ, θαυμάτων σου τὸ ἄμετρον πλῆθος, καὶ θερμάς σου εὐχὰς πρὸς Χριστόν, ἐκζητοῦντες πόθῳ μυστικοῖς ᾄσμασιν, ὑμνοῦμέν σε καὶ κράζομεν, Σπυρίδων θεοφόρε ταῦτα·
Χαῖρε, τὸ κέρας ἀρχιερέων·
χαῖρε, τὸ γέρας τῶν Ὀρθοδόξων.
Χαῖρε, πυραμὶς εὐσεϐείας χρυσότευκτος·
χαῖρε, κεραμὶς ἀληθείας θεόπλαστος.
Χαῖρε, νάματα οὐράνια ὁ ὀμϐρίζων ἐν τῇ γῇ·
χαῖρε, ῥήματα σωτήρια ποίμνης σπείρων ἐν ψυχῇ.
Χαῖρε, κλέος ποιμένων καὶ σοφῶν διδασκάλων·
χαῖρε, κῦδος Συνόδου τῆς Νικαίας Πατέρων.
Χαῖρε, πατὴρ Εἰρήνης τῆς σώφρονος·
χαῖρε, πρηστὴρ Ἀρείου τοῦ ἄφρονος.
Χαῖρε, παθῶν ἀσθενείας ὁ λύων·
χαῖρε, σοφῶν χοϊκῶν ὑπερέχων.
Χαίροις, Πάτερ πανθαύμαστε.

Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ, πρέσϐευε ὑπὲρ ἡμῶν.

Ὦ σπορεῦ θείου λόγου, τοῦ ἀγροῦ Τριμυθοῦντος, Σπυρίδων καὶ ἀρδμὲ θαυμασίων, τὰς ἀνίκμους καρδίας ἡμῶν, ἐπομϐρίαις θείαις σῶν εὐχῶν πίανον, ἵνα φωνῶμεν πάντοτε, Χριστῷ ἐν κατανύξει ἄκρᾳ· Ἀλληλούϊα.


  • 1
Спасибо! Перевести бы это на цсл...

Может быть возьмется кто-то из участников сообщества? Ведь, кажется, перевод этих текстов и является одним из направлений его деятельности?
Я же пока пытаюсь перевести присланный Вами акафист прп. Паисию...

Вот обзаведусь словарями византийского греческого - может, и примусь за переводы.

А перевод акафиста прп. Паисию было бы интересно увидеть.

Что касается акафиста прп. Паисию, то, как только я закончу перевод, я тотчас же вышлю его Вам для квалифицированной правки. Если в итоге получится что-то более или менее достойное, мы могли бы поместить перевод в этом же сообществе, как первый результат совместной деятельности его членов :)))
А о каких словарях греческого Вы говорите?

Прежде всего Lampe (греч.-англ., насколько я понимаю).Есть, говорят, и другие. А то у меня электронный Дворецкий да Вейсман - хорошие словари, конечно, но для гимнографии не годятся. Равно как и новогреческо-русский словарь.

Да, в принципе, базовые - это, конечно, Lampe и Sophokles, но важны и собственно греческие словари, такие, как Димитракос, да и Du Cange по сию пору не устарел (для той цели, о которой мы говорим). Впрочем, если Вам хорошо знакомы принципы перевода греч. богослужебных текстов на цслав. язык и "на слуху" эквиваленты основных понятий, Вы без труда сможете переводить и с минимумом справочников.
А вообще большинство этих словарей, насколько я знаю, существует в отсканенном виде (по кр. мере, Lampe и Sophokles - точно).

Прекрасно! Еще бы Софоклеса - и можно начинать работу по переводу акафистов с греческого.

  • 1
?

Log in