Previous Entry Поделиться Next Entry
Акафист Крестителю Господню Иоанну
h1809r wrote in akathistos
Дорогие друзья! С Праздником Крещения Господня!
Акафиста Богоявлению, равно как и большинству Господских Праздников, насколько мне известно, на греческом языке не существует. Однако есть Акафист святому Пророку, Предтече и Крестителю Господню Иоанну, Собор коего празднуется на второй день Праздника. К тому же в этом Акафисте немало сказано и о Крещении Господнем. Итак, вот его текст.


ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΠΡΟΔΡΟΜΟΝ

Κοντάκιον. Ἦχος πλ. δ´.
Τῇ ὑπερμάχῳ.
Τῷ ὑπὲρ πάντας ἀληθῶς Ἁγίους μείζονι,
ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας,
τὸ ἐφύμνιον προσφέρω σοι Ἰωάννη·
ὡς οὖν ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω σοι· Χαῖρε, κῆρυξ τῆς χάριτος.

Ἄρχομαί σου τὸν ὕμνον, Θεοΰμνητε μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόϐῳ· εὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου δειλιῶ Πρόδρομε· αὐτὸς δὲ ἐνισχύων με, παράσχου ἐπαξίως λέγειν·
Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐφάνη·
χαῖρε, δι’ οὗ ἡ ἀρὰ ἐφθάρη.
Χαῖρε, τῶν περάτων τῆς γῆς ὁ Διδάσκαλος·
χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.
Χαῖρε, μῆκος ἁγιότητος, φθάνον μέχρις Οὐρανοῦ·
χαῖρε, πλάτος καθαρότητος, ἁγιάζον πᾶσαν γῆν.
Χαῖρε, ὅτι Τριάδα τὴν Ἁγίαν κατεῖδες·
χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.
Χαῖρε, ἀστὴρ δεικνύων τὸν Ἥλιον·
χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐμηνήθη·
χαῖρε, δι’ οὗ ὁ σατὰν ἐμισήθη.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Βλέπων γένος ἀνθρώπων, κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως· καὶ θελήσας πέμψαι τὸν Υἱόν, ἐκκαθάραι πάντα τὸν ἰὸν τοῦ ὄφεως, προέπεμψε τὸν Πρόδρομον, κηρῦξαι τοῖς ἀνθρώποις λέγειν· Ἀλληλούϊα.

Γέννησιν Ζαχαρίας, θυμιάματος ὥρᾳ, μανθάνει τοῦ υἱοῦ δι’ Ἀγγέλου· οἷς δ’ ἠπίστησε τούτῳ λαλῶν, κατακέκριται μή τι λαλεῖν· βλέψας δὲ τὴν ἔκϐασιν τῶν λόγων τοῦ Ἀγγέλου, τὸ λαλεῖν λαμϐάνει·
Χαῖρε, ἡ θύρα τῆς σωτηρίας·
χαῖρε, ἡ λύρα τῆς Ἐκκλησίας.
Χαῖρε, Προφητῶν τοῦ Θεοῦ τὸ συμπέρασμα·
χαῖρε, ἀρετῶν ἁπασῶν τὸ συμφόρημα.
Χαῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ·
χαῖρε, ἄνθρωπε Οὐράνιε Βασιλείας τοῦ Θεοῦ.
Χαῖρε, τῆς ἐγκρατείας ὁ σοφὸς παραινέτης·
χαῖρε, τῆς ἀκρασίας ὁ ὀξὺς ἀναιρέτης.
Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε·
χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.
Χαῖρε, πρηστὴρ καυστικὲ τῆς ἀπάτης·
χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Δεξιοῦται ἀσμένως, ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ κῆρυξ τῆς μήτρας ἐντός, ἐπιγνοὺς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι, χρησάμενος ἐϐόα λέγων· Ἀλληλούϊα.

Ἔχαιρον τῇ γεννήσει, καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς Ἰωάννου· γράμμασι δὲ ταύτην ἐκτυπῶν Ζαχαρίας, τέως σιωπῶν φθέγγεται· οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·
Χαῖρε, φωνὴν τοῦ πατρὸς ὁ δήσας·
χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.
Χαῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα·
χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.
Χαῖρε, κύκλος ὁ εὐτόρνευτος, κέντρον ἔχων τὸν Χριστόν·
χαῖρε, κύκνος ὁ ἡδύφωνος, πᾶσιν ᾄδων τὰ χρηστά.
Χαῖρε, ὁ ἐκ κοιλίας μητρικῆς ἡγνισμένος·
χαῖρε, ὁ πρὸ κοιλίας τῷ Θεῷ ἐγνωσμένος.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, δι’ οὗ ἐφωτίσθη ἡ κτίσις·
χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Ζέων θύμῳ Ἡρῴδης, ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάττει· φθειρομένων δὲ τούτων πικρῶς, Ἰωάννης ὁ θεῖος σοφῶς σῴζεται, κηρῦξαι τὴν ἀπόῤῥητον, Θεοῦ οἰκονομίαν λέγων· Ἀλληλούϊα.

Ἦγεν ἐν τῇ ἐρήμῳ, ἡλικίᾳ ἀνήϐῳ, ὁ Ἄγγελος τὸν Ἄγγελον φέρων· καὶ ὁποῖος ἔσται ἐννοῶν, τὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμμασι, κατέστεφεν αὐτὸν κραυγάζων·
Χαῖρε, ἡ στήλη τῆς εὐσεϐείας·
χαῖρε, ἡ πύλη τῆς Βασιλείας.
Χαῖρε, Μωϋσέως τοῦ πάλαι διάδοχε·
χαῖρε, Βασιλέως τοῦ πάντων Διάκονε.
Χαῖρε, μάργαρον κρυπτόμενον ἐν τῷ λύθρῳ τῆς σαρκός·
χαῖρε, ὄργανον κρουόμενον ἐν τῷ πλήκτρῳ τοῦ Θεοῦ.
Χαῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας·
χαῖρε, οἶνος ἡδύνων σωρονούντων καρδίας.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὸ τρόπαιον·
χαῖρε, στεῤῥὸν παθῶν ἀποτρόπαιον.
Χαῖρε, δι’ οὗ τὰ ἀρχαῖα παρῆλθε·
χαῖρε, δι’ οὗ τὰ καινὰ ἐπεισῆλθε.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Θαυμαστὴ πάσῃ φύσει, ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν τῇ ἐρήμῳ σου μετοικία· ἐκ μαστῶν γὰρ εὐθὺς μητρικῶν, πρὸς αὐτὴν μετέϐης κατοικεῖν Πρόδρομε, οὐκ οἴνῳ οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων· Ἀλληλούϊα.

Ἴθυνάς σου τὸν δρόμον, πρὸς Οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τις γέγονας σοφέ, τοῦ Χριστοῦ δὲ βίου ὑψηλοῦ Πρόδρομος· πρὸς ὃν ἰθύνας ἅπαντας, ἀκούεις παρὰ πάντων οὕτω·
Χαῖρε, ἡ τέχνη τῆς ἐγκρατείας·
χαῖρε, ἡ στάθμη τῆς ἀκριϐείας.
Χαῖρε, τῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα·
χαῖρε, τῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.
Χαῖρε, ὄρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς·
χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς προηγήτωρ·
χαῖρε, ἁγιωσύνης ὁ σοφὸς εἰσηγήτωρ.
Χαῖρε, κανὼν νηστείας Θεόσδοτος·
χαῖρε, εἰκὼν ἁγνείας Θεόγραφος.
Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων·
χαῖρε, σοφῆς προμηθείας νοήμων.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Κόσμου ἡδυπαθείας, καὶ σαρκὸς προσπαθείας, ἠλόγησας καθάπαξ Θεόφρον, καὶ ἀκρίδας εἶχές σου τροφήν, ἐκ καμήλου δὲ τὴν στολὴν ὦ Πρόδρομε, τοῦ πνεύματος οὐ σώματος, ἐπίδοσιν ζητῶν καὶ λέγων· Ἀλληλούϊα.

Λύτρωσιν ἁμαρτίας, Βάπτισμα μετανοίας, κηρύσσων ἦλθεν Ἰωάννης, πᾶσι μετανοεῖτε βοῶν, Βασιλεία γὰρ τῶν Οὐρανῶν ἤγγικε, καὶ χάριν ἐχορήγησε πιστοῖς, ὡς ἂν αὐτῷ βοῶσι·
Χαῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης·
χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης.
Χαῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα·
χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.
Χαῖρε, νᾶμα ὃ ἐξέῤῥευσε θαυμασίως ἐξ Ἐδέμ·
χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς τακέντας ἐξ Ἀδάμ.
Χαῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων·
χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.
Χαῖρε, δι’ οὗ ὁ πίπτων ἀνίσταται·
χαῖρε, δι’ οὗ ὁ βάλλων ἀφίσταται.
Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας·
χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Μετανοίας τὸν στάχυν, τῆς ἐρήμου στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν· ἐκκαθάραι ἥκει γάρ φησιν, ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, καὶ ἀχυρώδεις καῦσαι, συνάξαι δὲ ἐγκάρπους λέγων· Ἀλληλούϊα.

Νέαν θέλων ὁ Κτίστης, ἀναδεῖξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει, καὶ πρὸς τοῦτο φέρει συνεργόν, ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, Βαπτίσματος τὸν κήρυκα, ᾧ πάντες οἱ πιστοὶ βοῶμεν·
Χαῖρε, φωνὴ τοῦ Θεοῦ ἁγία·
χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.
Χαῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον·
χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.
Χαῖρε, ὅτι ἐπεχώρησε πᾶσα χάρις ἐπὶ σοί·
χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.
Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου·
χαῖρε, ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.
Χαῖρε, δι’ οὗ ἐδόθη μετάνοια·
χαῖρε, δι’ οὗ ἐλύθη ἀπόνοια.
Χαῖρε, Ἀμνὸν τοῦ Θεοῦ κηρύξας·
χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Ξένην κένωσιν βλέπων, ὁ Βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ, καὶ Σὺ Βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; ὁ δὲ θαῤῥεῖν ἐπέταξε, καὶ ἔργῳ ἐκπληρῶσαι λέγων· Ἀλληλούϊα.

Ὁ χειρὶ πάντα φέρων, σῇ χειρὶ ὑποκλίνει, Κεφαλὴν Βαπτιστὰ Ἰωάννη, οὐ καθάρσεως χρῄζων Αὐτός, ἀλλ’ Ἀδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοι ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα·
Χαῖρε, Ἁγίων ἁπάντων μείζων·
χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων.
Χαῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος·
χαῖρε, γενετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.
Χαῖρε, κάλαμε τῆς χάριτος, νέον νόμον ἐκτυπῶν·
χαῖρε, θάλαμε τοῦ Πνεύματος, ἐκ πασῶν τῶν ἀρετῶν.
Χαῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης·
χαῖρε, ὅτι ἐφάνης Οὐρανίων ἐπόπτης.
Χαῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος·
χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.
Χαῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη·
χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Πόθος ἔπεισεν αἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῇ τὸν Βαπτιστὴν κατακλεῖσαι· καὶ καλύψαι σπεύδων τὸ κακὸν ἔλαθεν, ἀρίδηλον αὐτὸ θέμενος· ὁ λόγος γὰρ οὐ δέδεται, τοῖς ψάλλουσι Κυρίῳ οὕτως· Ἀλληλούϊα.

Ρήματά σου ὡς βέλη, δεδεγμένος Ἡρῴδης, κεντᾶται τὴν καρδίαν καιρίαν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεϐεῖ, μώλωπές εἰσιν ὀδυνηροὶ Πρόδρομε· καὶ θνῄσκων ἀνομίᾳ, οὐ ἠνέσχετο βοᾶν σοι ταῦτα·
Χαῖρε, ἁγίασμα ὁ παρέχων·
χαῖρε, τὸ μίασμα ὁ ἐπέχων.
Χαῖρε, τῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις·
χαῖρε, προκοπτόντων Θεῷ ἡ βεϐαίωσις.
Χαῖρε, ἄϋλον ὡς Ἄγγελος ἐν γῇ βίον μετελθών·
χαῖρε, ἔνυλον ὡς δαίμονα τὸν Ἡρῴδην καθελών.
Χαῖρε, ὁ τῶν ἀῤῥήτων τοῦ Θεοῦ οἰκονόμος·
χαῖρε, ὁ ἀποῤῥήτων ἀγαθῶν κληρονόμος.
Χαῖρε, καλῶν εὐωδίαν δωρούμενος·
χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.
Χαῖρε, δι’ οὗ ὁ Ἀδὰμ ἐνεδύθη·
χαῖρε, δι’ οὗ ὁ σατὰν ἐγυμνώθη.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Σέλας ἡλίου δίκην, ἔστιλϐεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα, καὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχύν, ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησε, τῶν φώτων τῷ Πατρὶ κραυγάζειν· Ἀλληλούϊα.

Τοῦ φωτὸς τὴν λυχνίαν, ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν, παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτόν, μὴ συνιεὶς κραυγάζειν·
Χαῖρε, τὸ στέλεχος τῆς ἁγνείας·
χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.
Χαῖρε, τῶν βροτῶν καὶ Ἀγγέλων μεθόριον·
χαῖρε, Οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.
Χαῖρε, μέσος ὡς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν·
χαῖρε, τέλος ὡς γεγένησαι τῶν γραφῶν τῶν νομικῶν.
Χαῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμείξας·
χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.
Χαῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα·
χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.
Χαῖρε, δι’ οὗ εὐσεϐεῖς φωταυγοῦνται·
χαῖρε, δι’ οὗ ἀσεϐεῖς πυρπολοῦνται.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Ὕμνος ποῖος ἀρκέσει, ἐφικέσθαι τοῦ ὕψους, τῆς σῆς μεγαλωσύνης Προφῆτα; ἢ ὑμνῆσαι τίς τῶν γηγενῶν, ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; διὸ τὴν πίστιν πρόσδεξαι, τῶν μετὰ σοῦ βοώντων· Ἀλληλούϊα.

Φαεσφόρος ὡς ὄρθρος, τοῦ Ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου, καὶ υἱὸν ἀνάδειξον φωτός, γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι, καὶ γλώσσῃ γηθοσύνῳ κράξω·
Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων·
χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.
Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις·
χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.
Χαῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν καταλλαγή·
χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.
Χαῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία·
χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.
Χαῖρε, πταιόντων θεῖον ἐξίλασμα·
χαῖρε, πιπτόντων μέγα διάσωσμα.
Χαῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων·
χαῖρε, ἑκάστῳ τὸ πρόσφορον νέμων.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Χάριτι παντελείῳ, Χαριτώνυμε κῆρυξ, ψυχήν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ῥύπον ἐξ αὐτῶν, μετανοίας γνώσει ἐξελὼν ἅπαντα, καὶ δείξαις σῇ με χάριτι, ἐπάξιον Θεῷ κραυγάζειν· Ἀλληλούϊα.

Ψώμισόν με Προφῆτα, τῆς ἀφθάρτου τραπέζης, ψυχίοις πεπτωκόσιν ὡς κύνα· ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ, σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε· καὶ κόρεσον καρδίαν μου, ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·
Χαῖρε, σφραγὶς Προφητῶν Ἁγίων·
χαῖρε, κρηπὶς Ἀποστόλων Θείων.
Χαῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος·
χαῖρε, Θεολόγε δογμάτων τοῦ Πνεύματος.
Χαῖρε, ὄμμα καθαρώτατον, τὰ ἀθέατα ἰδών·
χαῖρε, στόμα Ἁγιώτατον, τὰ ἀπόῤῥητα εἰπών.
Χαῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, Φωνή, Λύχνε·
χαῖρε, Πρόκριτε, Μάκαρ, Μηνυτά, Μύστα, Φίλε.
Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ Ὄνομα·
χαῖρε, νοὸς καὶ γλώττης ἐντρύφημα.
Χαῖρε, κοινὲ πρεσϐευτὰ καὶ μεσῖτα·
χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.
Χαῖρε, κῆρυξ τῆς χάριτος.

Βαπτιστὰ τοῦ Χριστοῦ καὶ Πρόδρομε, πρέσϐευε ὑπὲρ ἡμῶν.

Ὦ Προφῆτα Κυρίου, μεγαλώνυμε κῆρυξ, Ἁγίων ὑπερέκεινα πάντων· τῇ μικρᾷ νῦν πρόσσχες ἀπαρχῇ, καὶ τῶν δεινῶν ἁπάσης ταραχῆς ῥῦσαί με, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, Θεῷ βοῶντα· Ἀλληλούϊα.


  • 1
C Праздником!
Рад послужить общему делу! Вычитать не было времени: если заметите опечатки - сообщайте!

(Анонимно)
Спасибо за Акафист!!! Только у меня возникли затруднения с чтением, но я все же нашла и на русском языке :)
читайте на этой ссылочке http://kazan.eparhia.ru/bogoslugenie/akafisti/prorokam/ioanpredtecha/
Поздравляю всех с наступающим православным праздником 7 июля!!!
Ангела Хранителя Вам!
Святой Иоанне Креститель моли Бога о нас.

Скажите, пож-та, откуда этот акафист? По какому источнику Вы его приводите?

Конкретно этот текст набирался по современному кипрскому акафистнику: Ὑμνολόγιον τὸ χαρμόσυνον, ἤγουν Χαιρετιστήριοι Οἶκοι εἰς Ἁγίους καὶ Ἑορτὰς τῆς Ἐκκλησίας. Ἔκδοσις Ἱερᾶς Μονῆς Σταυροβουνίας, Κύπρος, 1996. Σ. 60-70.
А туда попал, думаю, из какого-нибудь старого издания, вроде вот этого:
http://anemi.lib.uoc.gr/metadata/d/8/f/metadata-165-0000009.tkl

С любезной наводки anagnostfeolog обнаружился, похоже, славянский перевод этого акафиста: http://www.stsl.ru/manuscripts/medium.php?col=1&manuscript=262&pagefile=262-0050

  • 1
?

Log in

No account? Create an account