Previous Entry Поделиться Next Entry
Греческий Акафист Святителю Николаю
h1809r wrote in akathistos


ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΙΚΟΛΑΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

Κοντάκιον. Ἦχος πλ. δ´.
Τῇ ὑπερμάχῳ.

Τὸν μυροῤῥόαν ποταμὸν τὸν ἐξερχόμενον,
ἐκ τῆς Ἐδὲμ τῆς νοητῆς, σοφὸν Νικόλαον,
ἱεραῖς ἐν μελῳδίαις ἀνευφημῶ σε·
ἀλλὰ δίδου μοι Τρισμάκαρ χάριν γνώσεως,
καὶ ἀπόσμηξον τὸν ῥύπον τῆς καρδίας μου,
ἵνα κράζω σοι· Χαίροις, Πάτερ Νικόλαε.

Ἄγγελος οὐρανόφρων, ἐγνωρίσθης ἐν κόσμῳ, ζωὴν ἀγγελικὴν βιοτεύσας· μετὰ θάνατον δὲ σὸν σεπτόν, σῶμα βλύζον μύρα δαψιλῆ ἅγιε, ἐξίστησι πληρώματα, πιστῶν σοι προσφωνούντων ταῦτα·
Χαῖρε, τὸ νῖκος τῆς εὐσεβείας·
χαῖρε, τὸ κράτος τῆς Ἐκκλησίας.
Χαῖρε, τὸ στεῤῥὸν θείας πίστεως ἔρεισμα·
χαῖρε, τὸ σεπτὸν τῶν Μυρέων ἐντρύφημα.
Χαῖρε, ὕψος θείας γνώσεως, δυσερμήνευτον πολλοῖς·
χαῖρε, βάθος ταπεινώσεως, δυσαντίβλεπτον βροτοῖς.
Χαῖρε, ὅτι πηγάζεις τοῖς ἐν νόσοις ὑγείαν·
χαῖρε, ὅτι παρέχεις τῶν δεινῶν θεραπείαν.
Χαῖρε, ὀσμὴν ἐκπνέων τοῦ οἴκου σου·
χαῖρε, χαρὰν προσνέμων τοῖς δούλοις σου.
Χαῖρε, λαμπτὴρ εὐσεβοῦς ἀληθείας·
χαῖρε, σφραγὶς ὀρθοδόξου λατρείας.
Χαίροις, Πάτερ Νικόλαε.

Βλέπουσα ἡ Μυρέων, τὸ παράδοξον θαῦμα, τὰ μύρα τοῦ σεπτοῦ σου λειψάνου, μετὰ πόθου χάριν τὴν πολλήν, καὶ τὴν ἣν μεγίστην ἐκ Θεοῦ εἴληφας, ἀντάμειψιν τῶν πόνων σου, γεραίρει σοι βοῶσα ὕμνον· Ἀλληλούϊα.

Γνωστικῶς συνεκράθης, ἐκ ψυχῆς μυροῤῥόα, Χριστῷ τῷ νοητῷ ὄντως μύρῳ· καὶ ταῖς τούτου ἀεὶ ὡς συνών, εὐωδίαις θείαις καὶ τερπναῖς χάρισι, μύρον ἡδὺ ἀνέβλυσας· διό σοι ἐκβοῶμεν πόθῳ·
Χαῖρε, ἡ δόξα τῶν ἱερέων·
χαῖρε, τὸ κλέος ἀρχιερέων.
Χαῖρε, τῆς Τριάδος ὁ οἶκος ὁ ἔμψυχος·
χαῖρε, τῶν ἁγίων ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, πρέσβυς ὁ θερμότατος, εἰσακούων τοὺς πιστούς·
χαῖρε, βέλος τὸ ὀξύτατον, ἐκδιῶκον τοὺς ἐχθρούς.
Χαῖρε, ὅτι ῥωννύεις τῶν πιστῶν τὰς ἐννοίας·
χαῖρε, ὅτι αὐγάζεις τηλαυγῶς τὰς καρδίας.
Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως·
χαῖρε, ἀεὶ ὁ νέμων τὸ ἔλεος.
Χαῖρε, προστάτης καλῶς τῶν πλεόντων·
χαῖρε, κινδύνων θαλάσσης ὁ σῴζων.
Χαίροις, Πάτερ Νικόλαε.

Διαπτὰς ἐν λειμῶνι, τῶν τοῦ Πνεύματος λόγων, τῷ τρόπῳ φιλοπόνου μελίσσης, ἐξ ἀνθέων εὐόσμων κλεινέ, ἀπεμάξω θείας ἀρετὰς ἅγιε, σκευάσας ἐν καρδίᾳ σου, τὸ θεῖον μύρον κράζων ὕμνον· Ἀλληλούϊα.

Ἔχοντες τὸν ναόν σου, τὸν πανίερον τοῦτον, ἀκένωτον πηγὴν ἰαμάτων, εὐλαβῶς εἰσιόντες αὐτῷ, τὴν κατ’ ἄμφω ῥῶσιν παρὰ σοῦ εὕροιμεν, οἱ δοῦλοί σου ἐπάξιον, βοῶντές σοι τὸν ὕμνον οὕτω·
Χαῖρε, κρατὴρ πανευώδους μύρου·
χαῖρε, πηγὴ μυριπνόου ῥείθρου.
Χαῖρε, μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος·
χαῖρε, μυροθήκη εὐώδης τῆς χάριτος.
Χαῖρε, μύρον πολυσύνθετον ἐκ πασῶν τῶν ἀρετῶν·
χαῖρε, λήκυθος ἀρώματος, γέμουσα μυρεψικῶν.
Χαῖρε, μύρου τοῦ θείου τὴν πηγὴν ὁ πλουτήσας·
χαῖρε, κρᾶμα τὸ ξένον τοῖς ἀνθρώποις κεράσας.
Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·
χαῖρε, πιστῶν τὸ ξένον λουτήριον.
Χαῖρε, ἀνθέων εὐόσμων ἡ χύσις·
χαῖρε, παθῶν δυσωδίας ἡ κλύσις.
Χαίροις, Πάτερ Νικόλαε.

Ζάλην πᾶσαν τοῦ κόσμου, ἐκφυγὼν Ἱεράρχα, ἐποίμανας λαὸν τοῦ Κυρίου· καὶ θαυμάτων πληθὺν ἐνεργῶν, γαληνὸν πρὸς ὅρμον κλῆρον σὸν ἔσωσας· καὶ νῦν Θεῷ παρίστασαι, κραυγάζων μετ’ αὐτῶν τρισμάκαρ· Ἀλληλούϊα.

Ἡ ὀσμὴ τοῦ σοῦ σκήνους, φρέαρ ὕδατος ὤφθη, ῥιζοῦχον ἀπὸ τοῦ Λιβάνου· καὶ τῶν θείων μύρων ἡ ῥοή, νάρδον, κρόκον, σμύρναν τε καὶ κιννάμωμον, ποταμηδὸν πηγάζουσα, γνωρίζεται τοῖς σοὶ βοῶσι·
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, λιμὴν ἐν δεινοῖς ἁπάντων.
Χαῖρε, τοὺς ἀθῴους θανάτου ῥυσάμενος·
χαῖρε, τοὺς ἀπίστους ἐκ πλάνης τρεψάμενος.
Χαῖρε, εὔοσμον ἀλάβαστρον, ἰατρεῖον τῶν ψυχῶν·
χαῖρε, ἔλαιον χρηστότητος, ἱλαρῦνον νοῦν ἡμῶν.
Χαῖρε, τῶν θλιβομένων παρηγόρημα θεῖον·
χαῖρε, τῶν λυπουμένων παραμύθιον πέλων.
Χαῖρε, πιστῶν τὸ μέγα προσφύγιον·
χαῖρε, παθῶν τοῦ βίου λυτήριον.
Χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης·
χαῖρε, δι’ οὗ χαίρει σύμπασα κτίσις.
Χαίροις, Πάτερ Νικόλαε.

Θαῦμα μέγα ὁρᾶται, πῶς ἡ ἄνικμος λάρναξ, τοῦ θείου καὶ σεπτοῦ σου λειψάνου, μύρων ἔβλυσε κρουνοὺς σοφέ, ἰαμάτων χάριν δαψιλῆ ῥέουσα! ἐφ’ ᾧ τὸν μύρῳ χρίσαντα, σὲ νοητῷ ὑμνοῦμεν οὕτως· Ἀλληλούϊα.

Ἴδιον οὐδὲν εἶχες, ἐπὶ γῆς θεοῤῥῆμον, Χριστὸν δὲ μόνον ἦς ἀναπνέων, ἐν αὐτῷ ἐνεργῶν καὶ αὐτόν, ἀφορῶν ἐν πίστει ἀληθῶς ἔσχηκας, ζωὴν καὶ φῶς καὶ ἔρωτα· διό σοι προσφωνοῦμεν πόθῳ·
Χαῖρε, λαοῦ εὐσεβοῦς προστάτης·
χαῖρε, πιστῶν ἐν κινδύνοις ῥύστης.
Χαῖρε, ἱερέων ἀγλάϊσμα ἔξοχον·
χαῖρε, κακοδόξων φυγάδευμα εὔστοχον.
Χαῖρε, λίαν συμπαθέστατε τῶν πταιόντων ἐν κακοῖς·
χαῖρε, ἄγαν εὐμενέστατε τῶν νοσούντων ἐν δεινοῖς.
Χαῖρε, ὃν ἀνυμνοῦσιν ἐν τοῖς πέρασι κόσμου·
χαῖρε, ὅτι πλουτοῦσι τοῦ σοῦ μύρου εὐόσμου.
Χαῖρε, κανὼν θεόδεκτος πίστεως·
χαῖρε, εἰκὼν ἡ ζῶσα πραότητος.
Χαῖρε, Μυρέων καθέδρας τὸ κλέος·
χαῖρε, δαιμόνων τὸ καίριον βέλος.
Χαίροις, Πάτερ Νικόλαε.

Κήρυκες τῶν πολλῶν σου, θαυμασίων τρισμάκαρ, ἐγένοντο οἱ τρεῖς στρατηλάται, οὓς ἐῤῥύσω ἐμφανείᾳ φρικτῇ, ἐκ σφαγῆς ἀδίκου φοβῶν Ἀβλάβιον· σωθέντες δὲ ἀνέμελπον, Θεῷ τῷ θαυμαστώσαντί σε· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Μυρέων, θεοσδότῳ καθέδρᾳ, ἐδίωξας τῆς πλάνης τὸ σκότος· σοῖς γὰρ λόγοις πιστοὺς νουθετῶν, τῆς Ἀρείου λύμης τοῦ δεινοῦ ἔσωσας· οἱ ταύτης δὲ ῥυσθέντες, ἐβόων σοι σοφὲ τοιαῦτα·
Χαῖρε, ἡ θεία Κυρίου σάλπιγξ·
χαῖρε, ἀνθέων ἁγίων κάλυξ.
Χαῖρε, μύρου ἕνεκα σοῦ θείου σώματος·
χαῖρε, πλούτου ἕνεκα σῆς ἁγιότητος.
Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων τὰς πνοάς·
χαῖρε, σύμβολον λαμπρότητος τῆς ἐνθέου προσφορᾶς.
Χαῖρε, ὅτι προσμένοις τὴν χαρὰν θλιβομένοις·
χαῖρε, ὅτι προχέεις οἰκτιρμοὺς πενομένοις.
Χαῖρε, ῥοὴ ὀλβίου τῆς κλύσεως·
χαῖρε, ὀσμὴ διττῆς τῆς ὀσφρήσεως.
Χαῖρε, δι’ οὗ θεραπεύονται νόσοι·
χαῖρε, ὑφ’ οὗ ἐκδιώκονται πάθη.
Χαίροις, Πάτερ Νικόλαε.

Μύρον ἐξεκενώθη, τῇ ψυχῇ σου ἀφθόνως, καυθὲν τοῦ Παρακλήτου τῇ θέρμῃ· τὸν σὸν κῆπον σοφὲ ᾀσματικῶς, διαπνεύσας νότος ὁ θερμὸς ἔρως γάρ, τοῦ Πλάστου παρεσκεύασε, σὲ μύρα βρύειν τοῖς βοῶσιν· Ἀλληλούϊα.

Νέος μάκαρ ἐφάνης, Ἀβραὰμ τῷ Σωτῆρι, τὸν νοῦν ὡς Ἰσαὰκ θυσιάσας, ἀναιμάκτους θυσίας Αὐτῷ, καθαρῶς προσενέγκας τε ἀνθ’ ὧν ἔτυχες, φωτοφανοῦς ἐλλάμψεως, πυρσεύων τοὺς βοῶντας μάκαρ·
Χαῖρε, τὸ ἄνθος τῆς εὐσεβείας·
χαῖρε, τὸ νῖκος τῆς Ἐκκλησίας.
Χαῖρε, τῶν ἐν ζάλῃ λιμὴν ὁ ἀχείμαστος·
χαῖρε, ἀγαθῶν ἀνεκφράστων ὁ μέτοχος.
Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μύρα δαψιλῶς·
χαῖρε, ὅτι σοῦ τὸ τέμενος νέμει χάριν πολλαπλῶς.
Χαῖρε, ἡμῖν χαρίζων δωρημάτων πελάγη·
χαῖρε, πᾶσι ποτίζων τοῦ σοῦ μύρου τὴν χάριν.
Χαῖρε, τροφὴ πεινώντων ἐν πνεύματι·
χαῖρε, τρυφὴ πλουτούντων ἐν χάριτι.
Χαῖρε, κλυτὸν τοῦ Δεσπότου ταμεῖον·
χαῖρε, κλεινὸν χαρισμάτων δοχεῖον.
Χαίροις, Πάτερ Νικόλαε.

Ξενηκούστων θαυμάτων, αὐτουργὸς σὺ ἐγένου, καὶ ζῶν καὶ μετὰ πότμον τρισμάκαρ, ἐν θαλάσσῃ καὶ γῇ τοῖς πιστῶς, σὲ καλοῦσι σπεύδων παρευθὺς ἅγιε, καὶ πάντας ἐκλυτρούμενος, θανάτου τοὺς Θεῷ βοῶντας· Ἀλληλούϊα.

Ὄλβον θεῖον ἐκτήσω, ἐν πρᾳότητι Πάτερ, πολλῇ τε ταπεινώσει διάγων, ὀρφανοῖς καὶ χήραις καὶ πτωχοῖς, χορηγῶν πλουσίως τε τὸν σὸν ἔλεον· διό, κλεινέ, σὸν ποίμνιον, ἐβόα σοι ἐν εὐλαβείᾳ·
Χαῖρε, σοφίας Θεοῦ ὁ πλήρης·
χαῖρε, προνοίας αὐτοῦ ὁ μύστης.
Χαῖρε, λυπουμένων ἡ θεία παράκλησις·
χαῖρε, πλανωμένων ταχεῖα ἀνάκλησις.
Χαῖρε, ὄχημα τοῦ Πνεύματος καὶ θαυμάτων αὐτουργός·
χαῖρε, οἴκημα πανάγιον καὶ ἁγνείας θησαυρός.
Χαῖρε, τῆς σμυρναλόης τὸ ἀμβρόσιον πόμα·
χαῖρε, κηρομαστίχης τὸ ἡδύπνοον κρᾶμα.
Χαῖρε, πλουτῶν τὸ κέρας τοῦ χρίσματος·
χαῖρε, αὐχῶν τὸ μύρον τοῦ Πνεύματος.
Χαῖρε, σατὰν καθαιρέτης ὁ μέγας·
χαῖρε, πιστῶν ὁ προστάτης καὶ γίγας.
Χαίροις, Πάτερ Νικόλαε.

Πᾶσαν χάριν ἐδέξω, δαψιλῶς ἱεράρχα, οὐράνιον πολίτευμα ἔχων· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, γεγονότα πᾶσι προσιτὸν ἄνθρωπον, εἰς κόσμου ἀπολύτρωσιν, ἐδίδαξας ᾧ μέλπεις οὕτω· Ἀλληλούϊα.

Ρήτορας πολυστρόφους, ὡς ἰχθύας ἀφώνους, τοῦ Πνεύματος δυνάμει δεικνύεις· ὁμοούσιον γὰρ τῷ Πατρί, τὸν Υἱὸν κηρύττεις ἐκσοβῶν Ἄρειον· διὸ σῆς νίκης ᾄσματα, ἀκούεις παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, λαμπρὸν Ὀρθοδόξων κλέος·
χαῖρε, στεῤῥὸν κλονουμένων σθένος.
Χαῖρε, τῆς Λυκίας βλαστὸς εὐθαλέστατος·
χαῖρε, Παραδείσου καρπὸς ἀμαράντινος.
Χαῖρε, μύρα εὐωδέστατα ὁ πηγάζων τοῖς πιστοῖς·
χαῖρε, ῥεῖθρα τῶν ἰάσεων ὁ προχέων τοῖς λαοῖς.
Χαῖρε, ὁ ἐκτεφρώσας τοὺς βωμοὺς τῶν εἰδώλων·
χαῖρε, ὁ ταπεινώσας τὴν ὀφρῦν τῶν δαιμόνων.
Χαῖρε, κανὼν δογμάτων εὐθύτατε·
χαῖρε, εἰκὼν πραότητος ἔμψυχε.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας·
χαῖρε, τρυφὴ καὶ πιστῶν εὐωχία.
Χαίροις, Πάτερ Νικόλαε.

Σῶσον πάντας τοὺς πόθῳ, τῷ πανσέπτῳ ναῷ σου, προστρέχοντας Νικόλαε μάκαρ, καὶ παντοίας βλάβης καὶ δεινῶν, συμφορῶν ὡς ὢν πρὸς τὸν Θεὸν ἔγγιστα, ἐκλύτρωσαι δεόμενος, συνὼν αὐτῷ καὶ μέλπων ὕμνον· Ἀλληλούϊα.

Τεῖχος ὀρθοδοξίας, καὶ ἰσχύος σε πύργον, πιστοὶ ὡς κεκτημένοι φιμῶμεν, φληναφίας τῶν αἱρετικῶν, καὶ αὐτῶν δεινὰς τὰς μηχανὰς τρέπομεν, καὶ νίκης ὡς ἐπώνυμον, λαοῦ τοῦ εὐσεβοῦς ὑμνοῦμεν·
Χαῖρε, ὁ πύργος τῆς εὐσεβείας·
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, τοῦ Δεσπότου Χριστοῦ ἀπομίμημα·
χαῖρε, οἰκτιρμῶν οὐρανίων θησαύρισμα.
Χαῖρε, ἄγγελε ἐπίγειε τοῦ Σωτῆρος Ἰησοῦ·
χαῖρε, ἄνθρωπε οὐράνιε βασιλείας τοῦ Θεοῦ.
Χαῖρε, πᾶσι πορίζων σῶν θαυμάτων ἐλέη·
χαῖρε, κόσμῳ προχέων χαρισμάτων πελάγη.
Χαῖρε, σαρκὸς μυρίζουσα ἴασις·
χαῖρε, ψυχῶν εὐώδης ἀντίληψις.
Χαῖρε, Χριστοῦ βασιλείας ἡ λύρα·
χαῖρε, αὐτοῦ Ἐκκλησίας κινύρα.
Χαίροις, Πάτερ Νικόλαε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· ἐγκωμίους ᾠδὰς γὰρ κλυτέ, ἂν προσάξωμέν σοι, τῶν πιστῶν κλέϊσμα, οὐδὲν τελοῦμεν ἄξιον, ἀλλὰ βοῶμεν τῷ Κυρίῳ· Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, τοὺς ἐν σκότει τοῦ βίου, αὐγάζοντά σε ἔγνωμεν Πάτερ, ὁδηγοῦντα πρὸς τρίβους ζωῆς, καὶ πρὸς ὕψος θείων ἀρετῶν ἅπαντας, φωτί τε συνεισάγοντα, Χριστοῦ· διό σοι νῦν βοῶμεν·
Χαῖρε, ἀστὴρ νοητοῦ ἡλίου·
χαῖρε, φωστὴρ τῶν ἐν σκότει βίου.
Χαῖρε, βασιλείας τῆς ἄνω συμμέτοχε·
χαῖρε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Χαῖρε, ἔσοπτρον ἐμφάσεων καθαρῶν χωρητικόν·
χαῖρε, ἄξιον θησαύρισμα τῶν Χριστοῦ μακαρισμῶν.
Χαῖρε, ὡς θεία λάμψις τοὺς ἀπίστους ἐκπλήττων·
χαῖρε, ὡς θεία δρόσος τοὺς πιστοὺς ἀναψύχων.
Χαῖρε, πυρσὲ ἡλίου λαμπρότερε·
χαῖρε, λαμπτὴρ ἀστέρων φανότερε.
Χαῖρε, ὀσμὴ μυστικῆς εὐωδίας·
χαῖρε, χαρὰ τῆς Χριστοῦ Ἐκκλησίας.
Χαίροις, Πάτερ Νικόλαε.

Χαῖρέ σοι προσφωνοῦμεν, ὦ Νικόλαε μάκαρ, θεράπον τοῦ Κυρίου καὶ μύστα· διὰ σοῦ τῆς Τριάδος γὰρ φῶς, προσκυνεῖν ἕν τε καὶ τρισσὸν ἔγνωμεν, Πατέρα, Λόγον, Πνεῦμά τε, ἕνα Θεὸν ᾧ προσφωνοῦμεν· Ἀλληλούϊα.

Ψάλλοντές σου τοὺς ὕμνους, ἀνυμνοῦμέν σε πόθῳ, ὡς γνήσιον τοῦ Κτίστου σου φίλον· ἐν τῇ σῇ γὰρ καρδίᾳ καὶ νῷ, ἐνοικήσας μάκαρ ἀληθῶς Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξεν ἡμᾶς βοᾶν σοι·
Χαῖρε, πατὴρ ὀρφανῶν καὶ ῥύστα·
χαῖρε, υἱὲ τοῦ Θεοῦ καὶ μύστα.
Χαῖρε, γαληνότατε ὅρμε τοῖς πλέουσι·
χαῖρε, ἐνθεώτατε πρέσβυ τοῖς πταίουσι.
Χαῖρε, τέλειον τὸ δώρημα παρὰ τοῦ Θεοῦ λαβών·
χαῖρε, καύχημα φιλόθεον ἱερέων εὐλαβῶν.
Χαῖρε, ὅτι ὑπάρχεις χαρμονὴ θλιβομένων·
χαῖρε, ὅτι τυγχάνεις πορισμὸς πενομένων.
Χαῖρε, πτωχοὺς ἐκθρέψας ἐν χρήμασι·
χαῖρε, αὐχμοὺς ὁ λύσας ἐν χάριτι.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν παῤῥησία·
χαῖρε, πιστῶν ἀκλινὴς μεσιτεία.
Χαίροις, Πάτερ Νικόλαε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ὑμῶν.

Ὦ τρισόλβιε Πάτερ, ὁ λαμπρὸς μὲν ἐν πᾶσι, Νικόλαε ἐν Μύροις δὲ μᾶλλον· δυσωδίαν πᾶσαν τῶν παθῶν, τῆς ψυχῆς καὶ σώματος ἡμῶν ἔκπλυνον, καὶ εὐωδίας πλήρωσον, τῶν μύρων σου τοὺς ἐκβοῶντας· Ἀλληλούϊα.

  • 1
Может, еще какие-то акафисты нужны? Пишите, вдруг у меня найдутся.

Вуцинас у себя в блоге выложил какую-то иную редакцию этого акафиста, причем со странным указанием авторства: ΝΙΚΟΛΑΟΥ ΜΥΡΩΝ ΤΗΣ ΛΥΚΙΑΣ ΧΑΙΡΕΤΙΣΜΟΙ Ι. Μ. ΟΣ. ΓΡΗΓΟΡΙΟΥ ΑΓ. ΟΡΟΥΣ ἀναγινωσκόμενοι τῇ δ΄ ἑσπέρας. Рефрен: Χαίροις Μάκαρ Νικόλαε

Имеется в виду издание священной обители (иерас монис) прп. Григория на Святой Горе (т.е., по-нашему, Григориатской...). Про рефрен ничего не могу сказать, насколько он аутентичен. Что же касается авторства, то иером. Макарий Симонопетрит говорил мне, что автором этого гимна несомненно является прп. Никодим Святогорец. Позднее он на основе данного акафиста создал другой -- прп. Симону, ктитору обители Симонопетра.

Про авторство св. Никодима я помню -- Вы уже говорили об этом. Тем более странной выглядит редактура. Там ведь не только рефрен изменен -- изменены некоторые херетизмы. Вот, например, из 1-го икоса:
(Ваш вариант)
Χαῖρε, τὸ στεῤῥὸν θείας πίστεως ἔρεισμα·
χαῖρε, τὸ σεπτὸν τῶν Μυρέων ἐντρύφημα.
<…>
Χαῖρε, ὀσμὴν ἐκπνέων τοῦ οἴκου σου·
χαῖρε, χαρὰν προσνέμων τοῖς δούλοις σου.
(Вариант от Вуцинаса, на тех же местах)
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε στιλπνὸν τῶν Μυρέων καύχημα.
<…>
Χαῖρε, ὁ θεῖον ζῆλον ἐν καρδία σου φέρων·
χαῖρε ὁ εὐωδίαν ἐκ τοῦ οἴκου σου βρύων.

Ничего странного: у греков обычное дело "для своих нужд" изменять старые гимны. Причем "нужды" эти не всегда доступны нашему пониманию:)

  • 1
?

Log in

No account? Create an account